TLG 1164 002 :: APOLLODORUS :: Fragmenta APOLLODORUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 308–309. frr. 1–7 Citation: Fragment — (line) | ||
t1-7 | ΠΑΡΘΙΚΑ. | |
1 | Strabo II: Ἀπήγγελται δ’ ἡμῖν ὑπὸ τῶν τὰ Παρθικὰ συγγραψάντων τῶν Περὶ Ἀπολλόδωρον τὸν Ἀρτεμιτηνὸν, ἃ πολλῶν ἐκεῖνοι μᾶλλον ἀφώρισαν, τὰ Περὶ τὴν Ὑρκανίαν καὶ τὴν | |
5 | Βακτριανήν. | |
---|---|---|
2 | Idem Strabo XI: Ἀπολλόδωρος ὁ τὰ Παρθικὰ γράψας συνεχῶς αὐτὸν (τὸν Ὦχον ποταμὸν) ὀνομάζει, ὡς ἐγγυτάτω τοῖς Παρθυαίοις ῥέοντα. | |
3 | Idem XI: Ἀπὸ τῆς Ὑρκανίας ἐπὶ τὴν Ἀρ‐ τεμίταν τὴν ἐν τῇ Βαβυλωνίᾳ στάδιοί εἰσιν ὀκτακισχί‐ λιοι, καθάπερ εἴρηκεν Ἀπολλόδωρος ἐκ τῆς Ἀρτεμίτας. | |
4 | Idem XI: Εἰσὶ δὲ καὶ Ἑλληνίδες πόλεις, κτίσματα τῶν Μακεδόνων ἐν τῇ Μηδίᾳ, ὧν Λαοδίκειά τε καὶ Ἀπάμεια καὶ [Ἡράκλεια] ἡ πρὸς Ῥαγαῖς καὶ αὐτὴ Ῥάγεια, τὸ τοῦ Νικάτορος | |
5 | κτίσμα· ὃ ἐκεῖνος μὲν Εὐρωπὸν ὠνόμασε, Πάρθοι δὲ Ἀρσακίαν, νοτιωτέραν οὖσαν τῶν Κασπίων πυλῶν πεντακοσίοις που σταδίοις, ὥς φησιν Ἀπολλόδωρος Ἀρτεμιτηνός. | |
5 | Idem XI, 516: Τῆς δὲ Βακτρίας μέρη μέν τινα τῇ Ἀρίᾳ παραβέβληται πρὸς ἄρκτον, τὰ πολλὰ δ’ ὑπέρ‐ κειται πρὸς ἕω· πολλὴ δ’ ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίου. Τοσοῦτον δὲ ἴσχυσαν οἱ ἀποστήσαντες Ἕλληνες αὐτὴν | |
5 | διὰ τὴν ἀρετὴν τῆς χώρας, ὥστε τῆς τε Ἀριανῆς ἐπε‐ κράτουν καὶ τῶν Ἰνδῶν, ὥς φησιν Ἀπολλόδωρος ὁ Ἀρ‐ τεμιτηνὸς, καὶ πλείω ἔθνη κατεστρέψαντο ἢ Ἀλέξαν‐ δρος, καὶ μάλιστα Μένανδρος (εἴγε καὶ τὸν Ὕπανιν διέβη, πρὸς ἕω, καὶ μέχρι τοῦ Ἰσάμου | |
10 | προ‐ ῆλθε)· τὰ μὲν γὰρ αὐτὸς, τὰ δὲ Δημήτριος ὁ Εὐθυ‐ δήμου υἱὸς τοῦ Βακτρίων βασιλέως· οὐ μόνον δὲ τὴν | |
Πατταληνὴν κατέσχον, ἀλλὰ καὶ τῆς ἄλλης παραλίας τήν τε Σαραόστου καλουμένην, καὶ τὴν Σιγέρδιδος | 308 | |
15 | βασιλείαν. Καθ’ ὅλου δέ φησιν ἐκεῖνος, τῆς συμπάσης Ἀριανῆς πρόσχημα εἶναι τὴν Βακτριανήν· καὶ δὴ καὶ μέχρι Σηρῶν καὶ Φρυνῶν ἐξέτειναν τὴν ἀρχήν. | |
6 | Strabo XV: Ἀπολλόδωρος γοῦν, ὁ τὰ Παρθικὰ ποιήσας, μεμνημένος καὶ τῶν τὴν Βακτριανὴν ἀποστησάντων Ἑλλήνων παρὰ τῶν Συριακῶν βασι‐ λέων, τῶν ἀπὸ Σελεύκου τοῦ Νικάτορος, φησὶ μὲν αὐ‐ | |
5 | τοὺς αὐξηθέντας ἐπιθέσθαι καὶ τῇ Ἰνδικῇ· οὐδὲν δὲ προσανακαλύπτει τῶν πρότερον ἐγνωσμένων, ἀλλὰ καὶ ἐναντιολογεῖ, πλείω τῆς Ἰνδικῆς ἐκείνους ἢ Μακεδό‐ νας καταστρέψασθαι λέγων. Εὐκρατίδαν γοῦν πόλεις χιλίας ὑφ’ ἑαυτῷ ἔχειν· ἐκείνους δὲ αὐτὰ τὰ μεταξὺ | |
10 | ἔθνη τοῦ τε Ὑδάσπου καὶ τοῦ Ὑπάνιος τὸν ἀριθμὸν ἐννέα, πόλεις τε σχεῖν πεντακισχιλίας, ὧν μηδεμίαν εἶναι Κῶ τῆς Μεροπίδος ἐλάττω· ταύτην δὲ πᾶσαν τὴν χώραν καταστρεψάμενον Ἀλέξανδρον παραδοῦναι Πώρῳ. | |
7(t) | E LIBRO IV. | |
1 | Athenaeus XV: Ἀπολλόδωρος δ’ ἐν τετάρτῳ Παρθικῶν ἄνθος τι ἀναγράφει καλούμενον φι‐ λάδελφον κατὰ τὴν Παρθικὴν χώραν, περὶ οὗ τάδε φησί· «Καὶ μυρσίνης γένη ποικίλα, μῖλάξ τε καὶ τὸ | |
5 | καλούμενον φιλάδελφον, ὃ τὴν ἐπωνυμίαν ἔλαβε τῇ φύσει πρόσφορον. Ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτο‐ μάτως κράδαι συμπέσωσιν, ἐμψύχων περιπλοκὴν ἐν τῷ (ἐγγυτάτω?) μένουσιν ἡνωμέναι, καθάπερ ἀπὸ ῥίζης μιᾶς, καὶ τὸ λοιπὸν ἀνατρέχουσι καὶ ζωοφυτοῦσιν. Διὸ | |
10 | καὶ τοῖς ἡμέροις φυλακὴν ἀπ’ αὐτῶν κατασκευάζουσιν. Ἀφαιροῦντες γὰρ τῶν ῥάβδων τὰς λεπτοτάτας καὶ δια‐ πλέξαντες δικτύου τρόπῳ, φυτεύουσι κύκλῳ τῶν κη‐ πευμάτων· καὶ ταῦτα συμπλεκόμενα περιβόλου παρέ‐ | |
χεται δυσπάροδον ἀσφάλειαν.» | 309 |